Τὸ ἄγγελμα πάντας ἀπροσδοκήτως καταλαμβάνει
Ὁ βασιλεὺς τῆς Ἱσπανίας, Ἰωάννης Κάρολος ὁ Πρῶτος, ἀπροσδοκήτως ἤγγειλε προχθὲς ὅτι τῆς ἀρχῆς ἐξισταῖτο. ἤδη πάλαι διελέγοντο οἱ τῆς Ἱσπανίας πολῖται περὶ τοῦδε, πότερον δέοι αὐτὸν διαμένειν βασιλέα ὄντα ἢ οὔ (ἔνιοι δὲ καὶ ἠμφεσβήτουν πότερον δέοι τὴν χώραν βασιλέα ἔχειν ἢ οὔ). ὅμως δέ, καίπερ τῶν πολιτῶν περὶ τούτου ἤδη πάλαι διαλεγομένων, οὐδεὶς ὑπενόει τοῦτο οὕτως ἀπροσδοκήτως γενήσεσθαι. ὁ υἱὸς, Φίλιππος, διάδοχος ὤν, βασιλεὺς μὲν γενήσεται, κληθήσεται δὲ Φίλιππος ὁ Ἕκτος.
νῦν δὲ περὶ δυοῖν διαλέγονται οἱ πολῖται· πρῶτον μὲν περὶ τῆς αἰτίας, λόγοι δὲ τοσοῦτοι περὶ τούτου ἄνω καὶ κάτω διὰ τῆς χώρας τρέχουσιν ὅσους ἂν βούλοιτό τις· τί ἐγένετο; ἆρα ἴσως ὁ βασιλεὺς ᾔσθετο πολλοὺς πολίτας αὑτὸν οὐκέτι φιλοῦντας; ἆρα ἴσως ἤδη τηλικοῦτός τε ὢν καὶ ἅλις ἔχων τῶν πολιτικῶν προβλημάτων ἐν νῷ ἔχει νῦν τὰ τελευταῖα ἔτη ἥσυχος βιοῦν; καὶ διὰ τί νῦν; οὐδεὶς ἀκριβῶς εἰδέναι δύναται· ἔπειτα δὲ λέγεται καὶ περὶ τοῦδε, ὅ τι ὁ νέος βασιλεὺς πράξει, ἡ γὰρ Ἱσπανία μάλιστα ἐν ἀπορίᾳ κεῖται, ἄλλως τε καὶ περὶ τῆς οἰκονομίας, ἡ γὰρ χώρα πολλὰ χρήματα τῇ Εὐρωπαικῇ Ἑνώσει ὀφείλει. ὅ τι ἂν ὁ νέος βασιλεὺς ἐν νῷ ἔχῃ, χαλεπὸν ἔσται αὐτῷ βασιλεύειν, τῆς οἰκονομίας οὕτως ἐχούσης.
http://www.akwn.net/
http://dia-kosmos.blogspot.gr/