Αἱ θηλυκαὶ τοῦ Ἰσλαμικοῦ Κράτους φύλακες
Ὁ τῆς Οὐκραίνας πρόεδρος, Πέτρος Ποροσιένκο, ἐκέλευσε προχθὲς τοὺς στρατηγοὺς ἑτοίμους τε εἶναι καὶ τὸν στρατὸν παρασκευάζειν, κατὰ γὰρ τοὺς ἐπισκόπους βούλονται οἱ ἀφιστάμενοι οἳ τῷ Ποῦτιν ἐπικουροῦσι τὴν χώραν ἣν περὶ τῆς Δόνεζκ καὶ τῆς Λουχὰρξ νεωστὶ ἀπέβαλον ἀναλαβεῖν· τοὺς μὲν ἐπισκόπους οὐκ ἔλαθον πολλοὶ Ῥῶσσοι στρατιῶται τῶν προτέρων ἡμερῶν εἰς ταῦτα τὰ χωρία εἰσβαίνοντές τε καὶ ὅπλα τοῖς ἀφισταμένοις εἰσφέροντες, ἐξ οὗ δὲ οἱ τῆς Οὐκραίνας πολῖται τὸν τοῦ Ποῦτιν φίλον Ἰανουκόβιζ ἐκ τῆς ἀρχῆς ἐξέβαλον πειρᾶται οὗτος πρόφασιν εὑρεῖν ἵνα εἰς τὴν χώραν εἰσβαλῇ.
τὸ δὲ Ἰσλαμικὸν Κράτος ἔχει νῦν θηλυκοὺς φύλακας· ἐν μὲν τῇ τῆς πόλεως Ἂλ Μαιαδὶν ἀγορᾷ ἐξῆν νεωστὶ γυναῖκάς τινας ἰδεῖν πολυβόλα ἐχούσας καὶ ἄνω καὶ κάτω περιπατούσας, ἐὰν δὲ γυναῖκά τινα ὁρῶσιν ἐσθῆτα μὴ κατὰ τοὺς ἰσλαμικοὺς νόμους ἔχουσαν κατέχουσί τε καὶ ἐν τῷ φανερῷ κόπτουσι καὶ μέμφονται, τὸ δὲ αὐτὸ γίγνεται ἐπειδὰν γυναῖκά τινα ὁρῶσι μόνην ἔξω τῆς οἰκίας οὖσαν, μὴ ὑπὸ ἀνδρός τινος ἀκολουθουμένην. τὸ μὲν ταύτης τῆς ὁμάδος ὄνομα “Λόχος Ἂλ Χάνσα“ ἐστίν, ἡ δὲ ὁμὰς νῦν ἑξήκοντα γυναῖκας ἐνέχει. (περὶ τοῦ ὀνόματος· ἡ Ἂν Χάνσα γυνὴ ἦν τῷ τοῦ Μωάμεθ χρόνῳ ἣ ποίησιν ἔγραφεν.)
πάντες δὲ ἴσμεν ὅτι ἐν ταῖς ΗΑΠ πολλοὶ μὲν μετανάσται οἰκοῦσιν, ἐκ δὲ τούτων πέντε ἑκατομμύριοι τυγχάνουσιν ἐν τῇ χώρᾳ οἰκοῦντες οὐδεμίαν ἐξουσίαν ἔχοντες· οὗτοί εἰσιν οἱ “παράνομοι“ καλούμενοι. κατὰ μὲν νόμον τινὰ ὃν ἡ βουλὴ ἤδη πάλαι ἐψηφίσατο δέοι ἂν τούτους τοὺς παρανόμους ἐκ τῆς χώρας ἐκβαλεῖν, νῦν δὲ ὁ πρόεδρος Ὀβάμα βούλεται μέθοδόν τινα εὑρεῖν καθ' ἧν ἐξῇ τούτοις τοῖς μετανάσταις ἐν ταῖς ΗΑΠ μένειν. τούτοις τοῖς ἓξ ἔτεσιν ἐξ οὗ εἰς τὴν ἀρχὴν ἀφίκετο ὁ Ὀβάμα ἤδη δύο ἑκατομμύρια παρανόμους μεταναστὰς ἐκ τῆς χώρας ἐκβέβληκεν οὐδε βούλεται πλείους ἐκβαλεῖν.
http://www.akwn.net/
http://dia-kosmos.blogspot.gr/