«Στο τέλος θα θυμόμαστε, όχι τα λόγια των εχθρών μας, αλλά, την σιωπή των φίλων μας»

“Το ανάλογο αξίωμα της κοινωνικής μηχανικής είναι: Αν κάτι δεν έχει αναφερθεί, δεν συνέβη ποτέ”
"Σε Έναν Κόσμο Προπαγάνδας, Η Αλήθεια Είναι Πάντα Μια Συνωμοσία"
"Το Ποιο Επικίνδυνο Από Όλα Τα Ηθικά Διλήμματα Είναι Όταν, Είμαστε Υποχρεωμένοι Να Κρύβουμε Την Αλήθεια Για Να Βοηθήσουμε Την Αλήθεια Να Νικήσει"

Μνήμη περὶ τῆς γενοκτονίας τῶν Ἀρμενίων

Ἡ μνήμη ἐν τῇ Ἐρεβάν
Τήμερον τῇ Κυριακῇ τιμῶσιν οἱ Ἀρμένιοι ἐκείνους οἳ ὑπὸ τῆς Ὀθωμανικῆς Ἀρχῆς τῷ 1915ῳ ἔτει παρανόμως ἀπέθανον ἐν ᾧ οἱ ἱστορικοὶ καλοῦσι “γενοκτονία τῶν Ἀρμενίων“. καίπερ τῆς Τουρκίας ἔτι καὶ νῦν ἀρνουμένης ἐκεῖνα τὰ τότε γεγενημένα γενοκτονίαν εἶναι, τῷ ὄντι οἱ πλεῖστοι τῶν ἱστορικῶν ὁμολογοῦσι τὴν Ὀθωμανικὴν Ἀρχὴν τοὺς Ἀρμενίους ἀναιρεῖν πειρᾶσαι, τοσοῦτοι δὲ ἄνθρωποι ἀπέθανον ὥστε κατὰ τοὺς ἱστορικοὺς δεῖ “γενοκτονίαν“ τοῦτο καλεῖν (λέγεται ὅτι 1,500,000 ἄνθρωποι ἀπέθανον)· πολλαὶ δὲ χῶραι αἳ τὸ πρότερον τὴν γενοκτονίαν ἠρνοῦντο νῦν οὐκέτι ἀρνοῦνται· παραδείγματος ἕνεκα, καὶ ἡ Αὐστρία τὸ νῦν τοῦτο ὁμολογεῖ, καίπερ ἐν τῷ Πρώτῳ Παγκοσμίῳ Πολέμῳ συμμαχὶς τῇ Ὀθωμανικῇ Ἀρχῇ οὖσα.

ἡ κεφαλαία μνήμη ἐν τῇ πόλει Ἐρεβὰν ὑπῆρξεν (ἡ Ἐρεβὰν πρωτεύουσα τῆς Ἀρμενίας ἐστίν)· τῆς μνήμης ἀρχομένης, ὁ Ἀρμένιος πρόεδρος, ὁ Σέργε Σαρκίσσιαν, χάριν ἔσχε τοῖς ξένοις ἄρχουσιν εἰς τὴν Ἐρεβὰν τήμερον ἡκοῦσιν, εἶπε δὲ ἄλλα τε καὶ ὅτι δεῖ ἐκείνης τῆς γενοκτονίας ἀεὶ μὲν μεμνῆσθαι, οὐδέποτε δὲ ἐπιλάθεσθαι. ἐκ τῆς Γαλατίας ἧκον εἰς τὴν Ἐρεβὰν οὐ μόνον ὁ πρόεδρος Ὁλλάνδε ἀλλὰ καὶ ὁ ᾠδὸς Καρόλος Ἀθναβοῦρ, ὃς τυγχάνει Ἀρμένιος κατὰ γένεσιν ὤν (ὃ οὐ πολλοὶ ἄνθρωποι ἴσασιν). καὶ δὴ καὶ ἐν πολλαῖς ἄλλαις πόλεσι διὰ τῆς οἰκουμένης ἄλλαι μνῆμαι ἐποιήθησαν τήμερον, μετὰ γὰρ τὴν γενοκτονίαν πολλοὶ τῶν περιόντων πρὸς ἄλλας χώρας ἐσκεδάσαντο.

τὸ ὁμολογεῖν ἢ τὸ μὴ ὁμολογεῖν περὶ ταύτης τῆς γενοκτονίας ἀεὶ ἅμιλλαν φέρει τῇ Τουρκίᾳ πρὸς τὰς χώρας τὴν γενοκτονίαν γενέσθαι ὁμολογούσας. ὅμως δὲ καὶ ἡ Τουρκία διπλωματικὸν ἔπεμψεν εἰς τὴν Ἐρεβὰν ἵνα τῆς μνήμης παρέχοι, καίπερ τὸ ὄνομα “γενοκτονίαν“ ἀρνoυμένη.

http://www.akwn.net/

http://dia-kosmos.blogspot.gr/