Ἐν τῷ Μαρόκῳ οἱ κριθίνου παραγωγεῖς ἐν νῷ εἶχον ἑορτὴν τούτου τοῦ ποτοῦ ἐν τῇ πόλει Κασαβλάγκῃ ποιεῖν ἵνα ἐποτρύνοιεν τοὺς πολίτας πλεῖον κριθίνου πίνειν. ταύτης τῆς ἑορτῆς ἀγγελθείσης οἱ πολῖται μάλιστα ἐθαύμασαν, ὁ γὰρ ἰσλαμικὸς νόμος τὸ οἰνόπνευμα ἀπαγορεύει, καὶ εἰ ἐν τῷ Μαρόκῳ οὗτοι μὲν οἱ νόμοι οὐ τοσοῦτο κυριεύουσιν ὡς ἐν ἄλλαις ισλαμικαῖς χώραις, ἔξεστι δὲ τοῖς τε πολίταις καὶ τοῖς τουρισταῖς ἐκεῖ οἰνόπνευμα πίνειν (καὶ εἰ μετρίως).
ὅμως δὲ ἑορτὴν τοῦ κριθίνου ποιεῖν (ὃ οὐ μόνον ἐν τῇ Γερμανίᾳ ἀλλὰ καὶ ἐν ἄλλαις πολλαῖς χώραις γίγνεται) ἔδοξε τοῖς ἐν τέλει ἄγαν τε ποιεῖν καὶ ὑβρίζειν, οἱ δὲ ταχέως ἄγγελμα μὲν δημοσίᾳ ἤγγειλαν καθ' ὃ ταύτην τὴν ἑορτὴν ἀπαγορεύουσιν, ἐκέλευσαν δὲ τοὺς πίνακας τὴν ἑορτὴν ἀγγέλλοντας ἀφαιρεῖσθαι (ἐν τῇ φωτογραφίᾳ ἔξεστι τοιοῦτον πίνακα ἰδεῖν).
http://www.akwn.net/
http://dia-kosmos.blogspot.gr/