Ἐπικίνδυνος ἔρως ἐν τῇ Κίνῃ


Juan Coderch (University of St Andrews)

Ἐν τῇ Κίνῃ οἱ ἄρχοντες μάλιστα φροντίζουσι περὶ τῶν ξένων κατασκόπων, λέγουσι γὰρ ὅτι πολλαὶ χῶραι ἐνίους ἑαυτῶν πολίτας εἰσπέμπουσιν εἰς τὴν Κίνην λόγῳ μὲν μαθητὰς ἢ ἐργαστὰς ὄντας, ἔργῳ δὲ κατασκόπους. οὕτως δὲ φροντίζουσιν ὥστε νεωστὶ βιβλίον ἐξέδοσαν ταῖς γυναιξὶ ἐν ᾧ αὐταῖς παραινοῦσι μὴ τοῖς ξένοις κοινωνεῖν, ἴσως γὰρ κατάσκοποι εἰσίν. τοῦτο τὸ βιβλίον τοιοῦτό ἐστιν οἷον τὸ νῦν "κόμιξ" καλεῖται, διαγράμματα γὰρ ἔχει ἐν οἷς ἔξεστιν ἀναγιγνώσκειν τε καὶ ἰδεῖν μῦθόν τινα περὶ Κινικῆς κόρης (ἣ τῷ δημοσίῳ ἐργάζεται) καὶ ξένου διδασκάλου (καλοῦ καὶ ἀγαθοῦ, πῶς γὰρ οὔ;).

κατὰ τὸν μῦθον ὁ μὲν ξένος λανθάνει τὴν κόρην κατάσκοπος ὤν, ἡ δὲ τὴν Ἀγγλικὴν γλῶτταν μελετᾶν βούλεται· τί γίγνεται τότε; ἐνίοτε ἅμα δειπνοῦσιν, εἰς τὸν κινηματογράφον φοιτῶσιν, κτλ. τέλος δέ, ἐπειδὴ ἡ κόρη τοῦ ξένου ἐρᾷ ἅτε ὡς καλλίστου ὄντος, ὁ μὲν κάκιστος ξένος αὐτὴν ἀπόρρητα ἐπερωτᾷ περὶ τοῦ δημοσίου, ἡ δὲ κόρη, οὐδὲν ὑποπτεύουσα, πρὸς πάντα τὰ ἐρωτήματα ἁπλῶς ἀποκρίνεται. τέλος δε, τοῖν δυοῖν ὑπὸ τῶν φυλάκων καταληφθέντοιν, ὁ μῦθος τέλος ἔχει.

ἡ τῆς Κίνης ἀρχὴ οὐ μόνον τοῦτον τὸν μῦθον ὡς βιβλίον ἐξέδωκεν, ἀλλὰ καὶ μεγάλας εἰκόνας ἐποίησεν ἃς ἐν ταῖς τῶν πόλεων ὁδοῖς ἀνέθεσαν ὅπου πάντες τὰ τοῦ μύθου διαγράμματα ἰδεῖν ἂν δύνωνται.

http://dia-kosmos.blogspot.gr/

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Η Σία Αναγνωστοπούλου «βόλεψε» και τον σύζυγό της ως… Διευθυντή

Ἡ Κρυφή ἱστορία τοῦ 20ου αἰῶνος

CIA Director Pompeo Oversees Capture Of UN Pedophile Who Leaked Video Of Hillary Clinton Killing Child

Σέβομαι τους νεκρούς, και όταν ακόμη είναι ζωντανοί. (Α)'

Πως η NSA και τα ΚΑΡΤΕΛ επιβάλλουν τα καθεστώτα στην Ελλάδα! Τους ενημέρωσαν για την Τρομοκρατία στην Ελλάδα!