“Το ανάλογο αξίωμα της κοινωνικής μηχανικής είναι: Αν κάτι δεν έχει αναφερθεί, δεν συνέβη ποτέ”
"Σε Έναν Κόσμο Προπαγάνδας, Η Αλήθεια Είναι Πάντα Μια Συνωμοσία"
"Το Ποιο Επικίνδυνο Από Όλα Τα Ηθικά Διλήμματα Είναι Όταν, Είμαστε Υποχρεωμένοι Να Κρύβουμε Την Αλήθεια Για Να Βοηθήσουμε Την Αλήθεια Να Νικήσει"

Τοῦ Διόκαρ Ζαρνάεβ θάνατον καταγιγνώσκουσιν

Ὁ τρομοκράτης Διόκαρ Ζαρνάεβ
Οἱ δικασταὶ τοῦ Διόκαρ Ζαρνάεβ θάνατον κατεγνώκασιν. ὁ Δ. Ζ., εἴκοσι καὶ ἓν ἔτη γεγονώς, Ἀμερικανὸς πολίτης ἐκ Ζεζενίων γονέων, καὶ ὁ ἀδελφὸς αὐτοῦ βόμβαν ἔθεσαν ἐν ἀθλητικῷ ἀγῶνι ὃς ἔτυχεν ἐν τῇ πόλει Βόστον ὑπάρχων τῇ 15ῃ ἡμέρᾳ Ἀπριλίου τοῦ 2013ου ἔτους· ἐν μὲν ταύτῃ τῇ τρομοκρατικῇ ἐπιβολῇ ἀπέθανον μὲν τρεῖς ἄνθρωποι, τέτταρες δὲ καὶ δέκα εἴτε χεῖρα εἴτε σκέλος ἐστερήθησαν, πλείονες δὲ διακοσίων ἐβλήθησαν, νῦν δὲ οἱ δικασταί, ἑπτὰ γυναῖκες καὶ πέντε ἄνδρες, αὐτοῦ θάνατον κατεγνώκασιν· ὅμως δὲ ἐδέησεν αὐτοὺς πεντεκαίδεκα ὥρας ἀλλήλοις διαλέγεσθαι πρὶν ὁμολογῆσαι πότερον δέοι αὐτοῦ θάνατον καταγνῶναι ἢ ἐν τῷ δεσμωτηρίῳ εἰσαεὶ καταλιπεῖν.

Οἱ ὑπὲρ τοῦ Δ. Ζ. συνηγοροῦντες ὡμολόγουν μὲν ἀεὶ περὶ τοῦ αὐτὸν αἴτιον εἶναι, τοῦτο οὐδέποτε ἠρνήθησαν, ὅμως δὲ τὸν φεύγοντα σῶσαι πειρώμενοι ἔλεγον ὅτι ὁ μὲν ἀδελφὸς αὐτοῦ, Ταμερλὰν τῷ ὀνόματι, αὐτὸν πείσειεν ὡς νεανίαν ὄντα (ὁ ἀδελφὸς ἀπέθανε τῇ δευτέρᾳ ἡμέρᾳ μετὰ τὴν ἐπιβολὴν ἀπὸ τῶν φυλάκων φεύγων), διὰ δὲ τοῦτο οὐ δέοι αὐτοῦ θάνατον καταγνῶναι. κατὰ μὲν τοὺς συνηγοροῦντας ὁ Δ. Ζ. οὐκ ᾔδει ὅ τι ποιοίη, κατὰ δὲ τοὺς διώκοντας ἀκριβῶς ᾔδει, ἐν δὲ τῇ δίκῃ τεκμήριον ἔδειξαν, ἔμνησαν γὰρ ὅ τι ὁ Δ. Ζ. γράψειεν ἐν τῇ νηὶ οὗ ἔκρυψε πρὶν ὑπὸ τῶν φυλάκων ληφθῆναι· “οὐκ ἀρέσκει μοι ἀνθρώπους αποκτείνειν, ἀλλὰ ἐν τῷ τοιούτῳ θεμιτόν ἐστιν.“

κατὰ τὸν τῶν δικαστῶν φερέφωνον, ὁ φεύγων ἀτρεμνὴς τὴν δίκην θανάτου ἤκουσεν.

http://www.akwn.net/
http://dia-kosmos.blogspot.gr/