Τῷ προέδρῳ τῶν ΗΑΠ Βᾶρακ Ὀβάμα, ὃς ἔτυχε χθὲς ἐν τῷ Ἁνοῖ ὤν, ἔδοξε ὡς ἀγνώστῳ πολίτῃ δειπνεῖν. ὁ μὲν Ὀβάμα, τῇ Κυριακῇ ἡμέρᾳ τῆς ἑσπέρας εἰς τὸ Βιετνὰμ τὸ πρῶτον ἀφικόμενος, τὸν ἔνδοξον Ἀμερικανὸν ὀψοποιὸν Ἀντώνιον Βουρδαῖν καλέσας, παρώρμησεν ἀκολουθεῖν πρὸς ὀψοπώλιον τι, ἐβούλετο γὰρ τῶν Βιετναμιτῶν "noodles" γεύσασθαι, ὁ δὲ ἄσμενος τὸν πρόεδρον εἰς εὔωνον ὀψοπώλιον τῆς πόλεως Ἁνοῖ προσήνεγκεν ἐν ᾦ ἐξῆν τοῖν δυοῖν τούτου τοῦ ἐδέσματος γεύσασθαι. τοῦτο τὸ δεῖπνον οὐκ ἦν ἐν τῷ καταλόγῳ τῶν ποιητέων ὃν οἱ τοῦ προέδρου πάρεδροι πρὸ τῆς πορείας παρεσκεύασαν, ἀλλὰ ἐνίοτε ἄριστόν ἐστιν τὰ νόμιμα καταλιπεῖν.
σχεδὸν πάντες οἳ ἔτυχον ἐν τῷ ὀψοπωλίῳ ὄντες ἐπιχώριοι πολῖται ἦσαν, ἴσως καὶ τουρισταί τινες· οἱ μὲν δημοσιογράφοι ἐβούλοντο τὸν πρόεδρον καὶ τὸν Α.Β. εἰς τὸ ὀψοπώλιον εἰσιόντας ἀκολουθεῖν, οἱ δὲ τοῦ προέδρου φύλακες οὐκ εἴασαν. ὅμως δὲ ὁ πρόεδρος οὐκ ἔλαθεν ἐκεῖ παρών (χαλεπώτατόν ἐστι τῷ τῶν ΗΑΠ προέδρῳ λανθάνειν, ὅστις ἂν ᾖ), πολλοὶ δὲ τῶν συσσίτων, τὸν Ὀβάμα ἀναγνωρίσαντες, φωτογραφίας τοῖς κινητοῖς τηλεφώνοις ἐποιήσαντο ἃς τοῖς φίλοις ταχέως διὰ τοῦ διαδικτύου ἔπεμψαν, καὶ δὴ καὶ ὁ Α.Β. αὐτὸς ἄγγελμα διὰ τοῦ Instagram ἔπεμψεν ἐν ᾧ πᾶσιν εἶπεν ὅτι ὁ δυνατώτατος ἄνθρωπος τῆς οἰκουμένης ἐκεῖ δειπνοίη. ἤδη δειπνήσαντες ἐκ τοῦ ὀψοπωλίου ἐξέβησαν, μακρὸς δὲ ὅμιλος ἔμενεν ἔξω πρὸς τῇ θύρᾳ.
ὁ Α.Β. εἶπεν ὅτι αὐτὸς ἀποτείσειε τὸ τοῦ προέδρου δεῖπνον, ὅμως δὲ οὐ διὰ τοῦτο πένης γενήσεται· τὸ τίμημα; ἓξ δολάρων.
http://www.akwn.net/
http://dia-kosmos.blogspot.gr/

Comments